p21 Aufgabe Pl.epVII.338b-340a
Der nächste Schritt zum selbständigen Lesen besteht darin, dass Du die Abtrennung der zunächst sehr kurzen Kola selbst vornimmst.
Bitte trenne mit der return-Taste selbst Kola ab, die höchstens fünf Wörter lang sind. Am Ende der entstandenen Kurzzeile kannst Du nach Klick auf die Tabulator-Taste in der rechten Hälfte die deutsche Übersetzung eingeben.
(Zum Schluss lässt sich unter "Einfügen/Tabelle/Text in Tabelle umwandeln" der ganze neu gegliederte Text zuerst markieren und dann als Tabelle formatieren. Das kannst Du aber auch mir überlassen.)
Διονύσιος μὲν ἔφη μεταπέμψεσθαι | Dionysios sagte zwar, er werde schicken nach |
Δίωνα καὶ ἐμὲ πάλιν, | Dion und mich wiederum, |
καταστησάμενος τὰ περὶ τὴν ἀρχὴν | wenn er die Angelegenheiten um die Herrschaft wieder hergestellt habe |
ἀσφαλέστερον ἑαυτῷ, | sicherer für sich selbst, |
Δίωνα δὲ ἠξίου [338β] διανοεῖσθαι Dion aber forderte er auf zu bedenken,
μὴ φυγὴν αὑτῷ γεγονέναι τότε, dass es damals keine Verbannung für ihn gewesen sei,
μετάστασιν δέ· sondern ein Umzug.
ἐγὼ δ᾽ ἥξειν ὡμολόγησα
ἐπὶ τούτοις τοῖς λόγοις γενομένης δὲ εἰρήνης, μετεπέμπετό με, Δίωνα δὲ ἐπισχεῖν ἔτι ἐνιαυτὸν ἐδεῖτο, ἐμὲ δὲ ἥκειν ἐκ παντὸς τρόπου ἠξίου. Δίων μὲν οὖν ἐκέλευέ τέ με πλεῖν καὶ ἐδεῖτο· καὶ γὰρ δὴ λόγος ἐχώρει πολὺς ἐκ Σικελίας ὡς Διονύσιος θαυμαστῶς φιλοσοφίας ἐν ἐπιθυμίᾳ πάλιν εἴη γεγονὼς τὰ νῦν· ὅθεν ὁ Δίων συντεταμένως ἐδεῖτο ἡμῶν τῇ μεταπέμψει μὴ ἀπειθεῖν. ἐγὼ δὲ ᾔδη μέν που [338ξ] κατὰ τὴν φιλοσοφίαν τοῖς νέοις πολλὰ τοιαῦτα γιγνόμενα, ὅμως δ᾽ οὖν ἀσφαλέστερόν μοι ἔδοξεν χαίρειν τότε γε πολλὰ καὶ Δίωνα καὶ Διονύσιον ἐᾶν, καὶ ἀπηχθόμην ἀμφοῖν ἀποκρινάμενος ὅτι γέρων τε εἴην καὶ κατὰ τὰς ὁμολογίας οὐδὲν γίγνοιτο τῶν τὰ νῦν πραττομένων. ἔοικεν δὴ τὸ μετὰ τοῦτο Ἀρχύτης τε παρὰ Διονύσιον πρὶν ἀφικέσθαι—ἐγὼ γὰρ πρὶν ἀπιέναι ξενίαν καὶ φιλίαν Ἀρχύτῃ καὶ τοῖς ἐν [338δ] Τάραντι καὶ Διονυσίῳ ποιήσας ἀπέπλεον—ἄλλοι τέ τινες ἐν Συρακούσαις ἦσαν Δίωνός τε ἄττα διακηκοότες καὶ τούτων τινὲς ἄλλοι, παρακουσμάτων τινῶν ἔμμεστοι τῶν κατὰ φιλοσοφίαν· οἳ δοκοῦσί μοι Διονυσίῳ πειρᾶσθαι διαλέγεσθαι τῶν περὶ τὰ τοιαῦτα, ὡς Διονυσίου πάντα διακηκοότος ὅσα διενοούμην ἐγώ. ὁ δὲ οὔτε ἄλλως ἐστὶν ἀφυὴς πρὸς τὴν τοῦ μανθάνειν δύναμιν φιλότιμός τε θαυμαστῶς· ἤρεσκέν τε οὖν ἴσως αὐτῷ τὰ λεγόμενα ᾐσχύνετό τε φανερὸς γιγνόμενος [338ε] οὐδὲν ἀκηκοὼς ὅτ᾽ ἐπεδήμουν ἐγώ, ὅθεν ἅμα μὲν εἰς ἐπιθυμίαν ᾔει τοῦ διακοῦσαι ἐναργέστερον, ἅμα δ᾽ ἡ φιλοτιμία κατήπειγεν αὐτόν—δι᾽ ἃ δὲ οὐκ ἤκουσεν ἐν τῇ πρόσθεν ἐπιδημίᾳ, διεξήλθομεν ἐν τοῖς ἄνω ῥηθεῖσιν νυνδὴ λόγοις— ἐπειδὴ δ᾽ οὖν οἴκαδέ τ᾽ ἐσώθην καὶ καλοῦντος τὸ δεύτερον ἀπηρνήθην, καθάπερ εἶπον νυνδή, δοκεῖ μοι Διονύσιος παντάπασιν φιλοτιμηθῆναι μή ποτέ τισιν δόξαιμι καταφρονῶν [339α] αὐτοῦ τῆς φύσεώς τε καὶ ἕξεως ἅμα καὶ τῆς διαίτης ἔμπειρος γεγονώς, οὐκέτ᾽ ἐθέλειν δυσχεραίνων παρ᾽ αὐτὸν ἀφικνεῖσθαι. δίκαιος δὴ λέγειν εἰμὶ τἀληθὲς καὶ ὑπομένειν, εἴ τις ἄρα τὰ γεγονότα ἀκούσας καταφρονήσει τῆς ἐμῆς φιλοσοφίας, τὸν τύραννον δὲ ἡγήσεται νοῦν ἔχειν. ἔπεμψε μὲν γὰρ δὴ Διονύσιος τρίτον ἐπ᾽ ἐμὲ τριήρη ῥᾳστώνης ἕνεκα τῆς πορείας, ἔπεμψεν δὲ Ἀρχέδημον, ὃν ἡγεῖτό με τῶν ἐν [339β] Σικελίᾳ περὶ πλείστου ποιεῖσθαι, τῶν Ἀρχύτῃ συγγεγονότων ἕνα, καὶ ἄλλους γνωρίμους τῶν ἐν Σικελίᾳ· οὗτοι δὲ ἡμῖν ἤγγελλον πάντες τὸν αὐτὸν λόγον, ὡς θαυμαστὸν ὅσον Διονύσιος ἐπιδεδωκὼς εἴη πρὸς φιλοσοφίαν. ἔπεμψεν δὲ ἐπιστολὴν πάνυ μακράν, εἰδὼς ὡς πρὸς Δίωνα διεκείμην καὶ τὴν αὖ Δίωνος προθυμίαν τοῦ ἐμὲ πλεῖν καὶ εἰς Συρακούσας ἐλθεῖν· πρὸς γὰρ δὴ πάντα ταῦτα ἦν παρεσκευασμένη τὴν ἀρχὴν ἔχουσα ἡ ἐπιστολή, τῇδέ πῃ φράζουσα— ‘Διονύσιος [339ξ] Πλάτωνι’ —τὰ νόμιμα ἐπὶ τούτοις εἰπὼν οὐδὲν τὸ μετὰ τοῦτο εἶπεν πρότερον ἢ ὡς ‘ἂν εἰς Σικελίαν πεισθεὶς ὑφ᾽ ἡμῶν ἔλθῃς τὰ νῦν, πρῶτον μέν σοι τὰ περὶ Δίωνα ὑπάρξει ταύτῃ γιγνόμενα ὅπῃπερ ἂν αὐτὸς ἐθέλῃς—θελήσεις δὲ οἶδ᾽ ὅτι τὰ μέτρια, καὶ ἐγὼ συγχωρήσομαι—εἰ δὲ μή, οὐδέν σοι τῶν περὶ Δίωνα ἕξει πραγμάτων οὔτε περὶ τἆλλα οὔτε περὶ αὐτὸν κατὰ νοῦν γιγνόμενα.’ ταῦθ᾽ οὕτως εἶπεν, τἆλλα δὲ [339δ] μακρὰ ἂν εἴη καὶ ἄνευ καιροῦ λεγόμενα. ἐπιστολαὶ δὲ ἄλλαι ἐφοίτων παρά τε Ἀρχύτου καὶ τῶν ἐν Τάραντι, τήν τε φιλοσοφίαν ἐγκωμιάζουσαι τὴν Διονυσίου, καὶ ὅτι, ἂν μὴ ἀφίκωμαι νῦν, τὴν πρὸς Διονύσιον αὐτοῖς γενομένην φιλίαν δι᾽ ἐμοῦ, οὐ σμικρὰν οὖσαν πρὸς τὰ πολιτικά, παντάπασιν διαβαλοίην. ταύτης δὴ τοιαύτης γενομένης ἐν τῷ τότε χρόνῳ τῆς μεταπέμψεως, τῶν μὲν ἐκ Σικελίας τε καὶ Ἰταλίας ἑλκόντων, τῶν δὲ Ἀθήνηθεν ἀτεχνῶς μετὰ δεήσεως οἷον [339ε] ἐξωθούντων με, καὶ πάλιν ὁ λόγος ἧκεν ὁ αὐτός, τὸ μὴ δεῖν προδοῦναι Δίωνα μηδὲ τοὺς ἐν Τάραντι ξένους τε καὶ ἑταίρους, αὐτῷ δέ μοι ὑπῆν ὡς οὐδὲν θαυμαστὸν νέον ἄνθρωπον παρακούοντα ἀξίων λόγου πραγμάτων, εὐμαθῆ, πρὸς ἔρωτα ἐλθεῖν τοῦ βελτίστου βίου· δεῖν οὖν αὐτὸ ἐξελέγξαι σαφῶς ὁποτέρως ποτὲ ἄρα ἔχοι, καὶ τοῦτ᾽ αὐτὸ μηδαμῇ προδοῦναι μηδ᾽ ἐμὲ τὸν αἴτιον γενέσθαι τηλικούτου ἀληθῶς ὀνείδους, [340α] εἴπερ ὄντως εἴη τῳ ταῦτα λελεγμένα.