p20 Aufgabe2
www.perseus.tufts.edu/hopper/text
Vorweg: Bitte übersetze ins Griechische:
Möge euch für alle Zeit Glück beschieden sein.
ἀγαθὴ τύχη ὑμῖν γένοιτο/εἴη
Wohin du gehst, da will auch ich hingehen. (ὅποι ... ἐνθάδε)
Lasst uns darauf trinken/ beten.
Es sei/geschehe, was immer du sagst.
Es war, wie du sagtest.
Ich wusste, was es war.
Er sagt, dass (ὅτι) er nichts davon wisse.
Er sagte, dass (ὅτι) er nichts davon wisse.
Wir sagten das, um nicht angeklagt zu werden.
Es wäre schön, wenn du die Wahrheit sagtest.
Dabei hilft: Modi1 und Modi2, Formen der besonderen Verben.
Bitte übersetze der Reihe nach in der rechten Spalte:
ἄλλως δὲ οὐκ ἔστιν |
|
ὡς ἄν ποτε κακῶν λήξαι [337β] πόλις |
|
ἐν αὑτῇ στασιάσασα, |
|
ἀλλὰ στάσεις καὶ ἔχθραι |
|
καὶ μίση καὶ ἀπιστίαι |
|
ταῖς οὕτω διατεθείσαις πόλεσιν αὐταῖς |
|
πρὸς αὑτὰς ἀεὶ γίγνεσθαι φιλεῖ[i]. |
|
τοὺς δὴ κρατήσαντας ἀεὶ χρή, |
|
ὅτανπερ ἐπιθυμήσωσιν σωτηρίας, |
|
αὐτοὺς ἐν αὑτοῖς ἄνδρας προκρῖναι τῶν Ἑλλήνων |
|
οὓς ἂν πυνθάνωνται ἀρίστους ὄντας, |
|
πρῶτον μὲν γέροντας, καὶ παῖδας καὶ γυναῖκας |
|
κεκτημένους οἴκοι |
|
καὶ προγόνους αὑτῶν ὅτι μάλιστα πολλούς τε |
|
καὶ ἀγαθοὺς καὶ ὀνομαστοὺς |
|
καὶ κτῆσιν κεκτημένους πάντας [337ξ] ἱκανήν |
|
—ἀριθμὸν δὲ εἶναι μυριάνδρῳ πόλει |
|
πεντήκοντα ἱκανοὶ τοιοῦτοι— |
|
τούτους δὴ δεήσεσιν καὶ τιμαῖς ὅτι μεγίσταις |
|
οἴκοθεν μεταπέμψασθαι, |
|
μεταπεμψαμένους δὲ ὀμόσαντας δεῖσθαι |
|
καὶ κελεύειν θεῖναι νόμους, |
|
μήτε νικήσασιν μήτε νικηθεῖσιν νέμειν πλέον, |
|
τὸ δὲ ἴσον καὶ κοινὸν πάσῃ τῇ πόλει. |
|
τεθέντων δὲ τῶν νόμων |
|
ἐν τούτῳ δὴ τὰ πάντα ἐστίν. |
|
ἂν μὲν γὰρ οἱ νενικηκότες |
|
ἥττους αὑτοὺς τῶν νόμων [337δ] |
|
μᾶλλον τῶν νενικημένων παρέχωνται, |
|
πάντ᾽ ἔσται σωτηρίας τε καὶ εὐδαιμονίας μεστὰ |
|
καὶ πάντων κακῶν ἀποφυγή· |
|
εἰ δὲ μή, |
|
μήτ᾽ ἐμὲ μήτ᾽ ἄλλον κοινωνὸν παρακαλεῖν |
|
ἐπὶ τὸν μὴ πειθόμενον τοῖς νῦν ἐπεσταλμένοις. |
|
ταῦτα γάρ ἐστιν ἀδελφὰ |
|
ὧν τε Δίων ὧν τ᾽ ἐγὼ ἐπεχειρήσαμεν Συρακούσαις |
|
εὖ φρονοῦντες συμπρᾶξαι, |
|
δεύτερα μήν· |
|
πρῶτα δ᾽ ἦν |
|
ἃ τὸ πρῶτον ἐπεχειρήθη μετ᾽ αὐτοῦ Διονυσίου |
|
πραχθῆναι πᾶσιν κοινὰ ἀγαθά, |
|
τύχη δέ τις ἀνθρώπων κρείττων διεφόρησεν. |
|
[337ε] τὰ δὲ νῦν ὑμεῖς πειρᾶσθε |
|
εὐτυχέστερον αὐτὰ ἀγαθῇ πρᾶξαι μοίρᾳ |
|
καὶ θείᾳ τινὶ τύχῃ. |
|
συμβουλὴ μὲν δὴ καὶ ἐπιστολὴ εἰρήσθω |
|
καὶ ἡ παρὰ Διονύσιον ἐμὴ προτέρα ἄφιξις· |
|
ἡ δὲ δὴ ὑστέρα πορεία τε καὶ πλοῦς |
|
ὡς εἰκότως τε ἅμα καὶ ἐμμελῶς γέγονεν, |
|
ᾧ μέλει ἀκούειν ἔξεστι τὸ μετὰ τοῦτο. |
|
ὁ μὲν γὰρ δὴ πρῶτος χρόνος [338α] |
|
τῆς ἐν Σικελίᾳ διατριβῆς μοι διεπεράνθη, |
|
καθάπερ εἶπον, |
|
πρὶν συμβουλεύειν |
|
τοῖς οἰκείοις καὶ ἑταίροις τοῖς περὶ Δίωνα· |
|
τὸ μετ᾽ ἐκεῖνα δ᾽ οὖν ἔπεισα |
|
ὅπῃ δή ποτ᾽ ἐδυνάμην |
|
Διονύσιον ἀφεῖναί με, |
|
εἰρήνης δὲ γενομένης |
|
—ἦν γὰρ τότε πόλεμος ἐν Σικελίᾳ— |
|
συνωμολογήσαμεν ἀμφότεροι. |
|
[i] φίλει: Subjekt dazu ist die Aufzählung στάσεις καὶ ἔχθραι καὶ μίση καὶ ἀπιστίαι; man würde streng grammatikalisch also φιλοῦσιν erwarten.