p20 Aufgabe Pl. ep.VII.336b-338a
www.perseus.tufts.edu/hopper/text
Bitte übersetze der Reihe nach in der rechten Spalte.
τούτων[i] δ᾽ αὖ γενομένων |
|
δι᾽ ἀνδρὸς [336β] δικαίου τε καὶ ἀνδρείου |
|
καὶ σώφρονος καὶ φιλοσόφου, |
|
τὴν αὐτὴν ἀρετῆς ἂν πέρι |
|
γενέσθαι δόξαν τοῖς πολλοῖς, |
|
ἥπερ ἄν, εἰ Διονύσιος ἐπείσθη, |
|
παρὰ πᾶσιν ἂν ὡς ἔπος εἰπεῖν ἀνθρώποις |
|
ἀπέσωσεν γενομένη. |
|
νῦν δὲ ἤ πού τις δαίμων ἤ τις ἀλιτήριος |
|
ἐμπεσὼν ἀνομίᾳ καὶ ἀθεότητι |
|
καὶ τὸ μέγιστον τόλμαις ἀμαθίας, |
|
ἐξ ἧς πάντα κακὰ πᾶσιν ἐρρίζωται καὶ βλαστάνει |
|
καὶ εἰς ὕστερον ἀποτελεῖ |
|
καρπὸν τοῖς γεννήσασιν πικρότατον, |
|
αὕτη πάντα τὸ δεύτερον |
|
ἀνέτρεψέν τε καὶ [336ξ] ἀπώλεσεν. |
|
νῦν δὲ δὴ εὐφημῶμεν |
|
χάριν οἰωνοῦ τὸ τρίτον. |
|
ὅμως δὲ μιμεῖσθαι μὲν συμβουλεύω Δίωνα |
|
ὑμῖν τοῖς φίλοις |
|
τήν τε τῆς πατρίδος εὔνοιαν |
|
καὶ τὴν τῆς τροφῆς σώφρονα δίαιταν, |
|
ἐπὶ λῳόνων δὲ ὀρνίθων |
|
τὰς ἐκείνου βουλήσεις πειρᾶσθαι ἀποτελεῖν |
|
—αἳ δὲ ἦσαν, ἀκηκόατε παρ᾽ ἐμοῦ σαφῶς— |
|
τὸν δὲ μὴ δυνάμενον ὑμῶν Δωριστὶ ζῆν |
|
κατὰ τὰ [336δ] πάτρια, |
|
διώκοντα δὲ τόν τε τῶν Δίωνος σφαγέων |
|
καὶ τὸν Σικελικὸν βίον, |
|
μήτε παρακαλεῖν μήτε οἴεσθαι |
|
πιστὸν ἄν τι καὶ ὑγιὲς πρᾶξαί ποτε, |
|
τοὺς δὲ ἄλλους παρακαλεῖν |
|
ἐπὶ πάσης Σικελίας κατοικισμόν τε καὶ ἰσονομίαν |
|
ἔκ τε αὐτῆς Σικελίας καὶ ἐκ Πελοποννήσου συμπάσης, |
|
φοβεῖσθαι δὲ μηδὲ Ἀθήνας· |
|
εἰσὶ γὰρ καὶ ἐκεῖ |
|
πάντων ἀνθρώπων διαφέροντες πρὸς ἀρετήν, |
|
ξενοφόνων τε ἀνδρῶν μισοῦντες τόλμας. |
|
εἰ δ᾽ οὖν ταῦτα μὲν ὕστερα γένοιτ᾽ ἄν, |
|
κατεπείγουσιν δὲ[ii] ὑμᾶς |
|
αἱ τῶν [336ε] στάσεων πολλαὶ καὶ παντοδαπαὶ |
|
φυόμεναι ἑκάστης ἡμέρας διαφοραί, |
|
εἰδέναι μέν που χρὴ πάντα τινὰ ἄνδρα, |
|
ᾧ καὶ βραχὺ δόξης ὀρθῆς |
|
μετέδωκεν θεία τις τύχη, |
|
ὡς οὐκ ἔστιν παῦλα κακῶν τοῖς στασιάσασιν, |
|
πρὶν ἂν οἱ κρατήσαντες |
|
μάχαις καὶ ἐκβολαῖς ἀνθρώπων καὶ σφαγαῖς μνησικακοῦντες |
|
[337α] καὶ ἐπὶ τιμωρίας παύσωνται τρεπόμενοι τῶν ἐχθρῶν, |
|
ἐγκρατεῖς δὲ ὄντες αὑτῶν, |
|
θέμενοι νόμους κοινοὺς |
|
μηδὲν μᾶλλον πρὸς ἡδονὴν αὑτοῖς |
|
ἢ τοῖς ἡττηθεῖσιν κειμένους, |
|
ἀναγκάσωσιν αὐτοὺς χρῆσθαι τοῖς νόμοις |
|
διτταῖς οὔσαις ἀνάγκαις, αἰδοῖ καὶ φόβῳ, |
|
φόβῳ μὲν διὰ τὸ κρείττους αὐτῶν εἶναι |
|
δεικνύντες τὴν βίαν, |
|
αἰδοῖ δὲ αὖ διὰ τὸ κρείττους φαίνεσθαι |
|
περί τε τὰς ἡδονὰς |
|
καὶ τοῖς νόμοις μᾶλλον ἐθέλοντές τε |
|
καὶ δυνάμενοι δουλεύειν. |
|
ἄλλως δὲ οὐκ ἔστιν |
|
ὡς ἄν ποτε κακῶν λήξαι [337β] πόλις |
|
ἐν αὑτῇ στασιάσασα, |
|
ἀλλὰ στάσεις καὶ ἔχθραι |
|
καὶ μίση καὶ ἀπιστίαι |
|
ταῖς οὕτω διατεθείσαις πόλεσιν αὐταῖς |
|
πρὸς αὑτὰς ἀεὶ γίγνεσθαι φιλεῖ. |
|
τοὺς δὴ κρατήσαντας ἀεὶ χρή, |
|
ὅτανπερ ἐπιθυμήσωσιν σωτηρίας, |
|
αὐτοὺς ἐν αὑτοῖς ἄνδρας προκρῖναι τῶν Ἑλλήνων |
|
οὓς ἂν πυνθάνωνται ἀρίστους ὄντας, |
|
πρῶτον μὲν γέροντας, καὶ παῖδας καὶ γυναῖκας |
|
κεκτημένους οἴκοι |
|
καὶ προγόνους αὑτῶν ὅτι μάλιστα πολλούς τε |
|
καὶ ἀγαθοὺς καὶ ὀνομαστοὺς |
|
καὶ κτῆσιν κεκτημένους πάντας [337ξ] ἱκανήν |
|
—ἀριθμὸν δὲ εἶναι μυριάνδρῳ πόλει |
|
πεντήκοντα ἱκανοὶ τοιοῦτοι— |
|
τούτους δὴ δεήσεσιν καὶ τιμαῖς ὅτι μεγίσταις |
|
οἴκοθεν μεταπέμψασθαι, |
|
μεταπεμψαμένους δὲ ὀμόσαντας δεῖσθαι |
|
καὶ κελεύειν θεῖναι νόμους, |
|
μήτε νικήσασιν μήτε νικηθεῖσιν νέμειν πλέον, |
|
τὸ δὲ ἴσον καὶ κοινὸν πάσῃ τῇ πόλει. |
|
τεθέντων δὲ τῶν νόμων |
|
ἐν τούτῳ δὴ τὰ πάντα ἐστίν. |
|
ἂν μὲν γὰρ οἱ νενικηκότες |
|
ἥττους αὑτοὺς τῶν νόμων [337δ] |
|
μᾶλλον τῶν νενικημένων παρέχωνται, |
|
πάντ᾽ ἔσται σωτηρίας τε καὶ εὐδαιμονίας μεστὰ |
|
καὶ πάντων κακῶν ἀποφυγή· |
|
εἰ δὲ μή, |
|
μήτ᾽ ἐμὲ μήτ᾽ ἄλλον κοινωνὸν παρακαλεῖν |
|
ἐπὶ τὸν μὴ πειθόμενον τοῖς νῦν ἐπεσταλμένοις. |
|
ταῦτα γάρ ἐστιν ἀδελφὰ |
|
ὧν τε Δίων ὧν τ᾽ ἐγὼ ἐπεχειρήσαμεν Συρακούσαις |
|
εὖ φρονοῦντες συμπρᾶξαι, |
|
δεύτερα μήν· |
|
πρῶτα δ᾽ ἦν |
|
ἃ τὸ πρῶτον ἐπεχειρήθη μετ᾽ αὐτοῦ Διονυσίου |
|
πραχθῆναι πᾶσιν κοινὰ ἀγαθά, |
|
τύχη δέ τις ἀνθρώπων κρείττων διεφόρησεν. |
|
[337ε] τὰ δὲ νῦν ὑμεῖς πειρᾶσθε |
|
εὐτυχέστερον αὐτὰ ἀγαθῇ πρᾶξαι μοίρᾳ |
|
καὶ θείᾳ τινὶ τύχῃ. |
|
συμβουλὴ μὲν δὴ καὶ ἐπιστολὴ εἰρήσθω |
|
καὶ ἡ παρὰ Διονύσιον ἐμὴ προτέρα ἄφιξις· |
|
ἡ δὲ δὴ ὑστέρα πορεία τε καὶ πλοῦς |
|
ὡς εἰκότως τε ἅμα καὶ ἐμμελῶς γέγονεν, |
|
ᾧ μέλει ἀκούειν ἔξεστι τὸ μετὰ τοῦτο. |
|
ὁ μὲν γὰρ δὴ πρῶτος χρόνος [338α] |
|
τῆς ἐν Σικελίᾳ διατριβῆς μοι διεπεράνθη, |
|
καθάπερ εἶπον, |
|
πρὶν συμβουλεύειν |
|
τοῖς οἰκείοις καὶ ἑταίροις τοῖς περὶ Δίωνα· |
|
τὸ μετ᾽ ἐκεῖνα δ᾽ οὖν ἔπεισα |
|
ὅπῃ δή ποτ᾽ ἐδυνάμην |
|
Διονύσιον ἀφεῖναί με, |
|
εἰρήνης δὲ γενομένης |
|
—ἦν γὰρ τότε πόλεμος ἐν Σικελίᾳ— |
|
συνωμολογήσαμεν ἀμφότεροι. |
|
[i] Der folgende AcI ist noch immer abbhängig von Δίων ... τό ἐφεξῆς τούτοις προυθυμεῖτ᾽ ἂν πρᾶξαι
[ii] κατεπείγουσιν δέ Fortsetzung des εἰ-Satzes im Indikativ des Realis nach dem Potentialis des γένοιτ᾽ ἄν