p19 Aufgabe3 Pl.epVII.335g-336a
Bitte übersetzt der Reihe nach in der rechten Spalte.
Δίωνα δὴ ἐγὼ λέγων ταῦτά τε |
|
καὶ ἄλλα τοιαῦτα ἔπειθον, |
|
καὶ τοῖς ἀποκτείνασιν ἐκεῖνον |
|
δικαιότατ᾽ ἂν ὀργιζοίμην ἐγὼ |
|
τρόπον τινὰ ὁμοιότατα καὶ Διονυσίῳ· |
|
ἀμφότεροι γὰρ ἐμὲ καὶ τοὺς ἄλλους |
|
ὡς ἔπος εἰπεῖν |
|
ἅπαντας τὰ μέγιστα ἔβλαψαν ἀνθρώπους, |
|
οἱ μὲν |
|
τὸν βουλόμενον δικαιοσύνῃ χρῆσθαι |
|
διαφθείραντες, |
|
ὁ δὲ οὐδὲν ἐθελήσας χρήσασθαι δικαιοσύνῃ |
|
[335δ] διὰ πάσης τῆς ἀρχῆς, |
|
μεγίστην δύναμιν ἔχων, |
|
ἐν ᾗ γενομένη φιλοσοφία τε καὶ δύναμις |
|
ὄντως ἐν ταὐτῷ διὰ πάντων ἀνθρώπων |
|
Ἑλλήνων τε καὶ βαρβάρων λάμψασ᾽ |
|
ἂν ἱκανῶς δόξαν παρέστησεν |
|
πᾶσιν τὴν ἀληθῆ, |
|
ὡς οὐκ ἄν ποτε γένοιτο εὐδαίμων |
|
οὔτε πόλις οὔτ᾽ ἀνὴρ οὐδείς, |
|
ὃς ἂν μὴ μετὰ φρονήσεως ὑπὸ δικαιοσύνῃ |
|
διαγάγῃ τὸν βίον, |
|
ἤτοι ἐν αὑτῷ κεκτημένος |
|
ἢ ὁσίων ἀνδρῶν ἀρχόντων |
|
ἐν ἤθεσιν τραφείς τε |
|
καὶ παιδευθεὶς [335ε] ἐνδίκως. |
|
ταῦτα μὲν Διονύσιος ἔβλαψεν· |
|
τὰ δὲ ἄλλα σμικρὰ ἂν εἴη |
|
πρὸς ταῦτά μοι βλάβη. |
|
ὁ δὲ Δίωνα ἀποκτείνας οὐκ οἶδεν |
|
ταὐτὸν ἐξειργασμένος τούτῳ. |
|
Δίωνα γὰρ ἐγὼ σαφῶς οἶδα, |
|
ὡς οἷόν τε |
|
περὶ ἀνθρώπων ἄνθρωπον διισχυρίζεσθαι, |
|
ὅτι, τὴν ἀρχὴν εἰ κατέσχεν, |
|
ὡς οὐκ ἄν ποτε |
|
ἐπ᾽ ἄλλο γε [336α] σχῆμα ἀρχῆς ἐτράπετο |
|
ἢ ἐπὶ τὸ Συρακούσας μὲν πρῶτον, |
|
τὴν πατρίδα τὴν ἑαυτοῦ, |
|
ἐπεὶ τὴν δουλείαν αὐτῆς ἀπήλλαξεν |
|
φαιδρύνας ἐλευθέρας δ᾽ ἐν σχήματι κατέστησεν, |
|
τὸ μετὰ τοῦτ᾽ ἂν πάσῃ μηχανῇ |
|
ἐκόσμησεν νόμοις τοῖς προσήκουσίν τε |
|
καὶ ἀρίστοις τοὺς πολίτας, |
|
τό τε ἐφεξῆς τούτοις προυθυμεῖτ᾽ ἂν πρᾶξαι, |
|
πᾶσαν Σικελίαν κατοικίζειν |
|
καὶ ἐλευθέραν ἀπὸ τῶν βαρβάρων ποιεῖν, |
|
τοὺς μὲν ἐκβάλλων, |
|
τοὺς δὲ χειρούμενος ῥᾷον Ἱέρωνος· |
|