Text von Peter Funke

eE06.1 ὑπὲρ τῆς ἐλευθερίας

Forts. der Rede der Aspasia – leicht adaptiert

αἰτία δὲ ἡμῖν τῆς πολιτείας ταύτης <ἐστὶν> ἡ ἐξ ἴσου γένεσις.

αἱ μὲν γὰρ ἄλλαι πόλεις ἐκ παντοδαπῶν κατασκευάζονται ἀνθρώπων καὶ ἀνωμάλων,

ὥστε αὐτῶν ἀνώμαλοί <εἰσι> καὶ αἱ πολιτεῖαι, τυραννίδες τε καὶ ὀλιγαρχίαι·

οἰκοῦσιν οὖν οἱ μὲν δούλους, οἱ δὲ δεσπότας ἀλλήλους νομίζοντες·

ἡμεῖς δὲ καὶ οἱ ἡμέτεροι, [239α] μιᾶς μητρὸς πάντες ἀδελφοὶ ὄντες,

οὐκ ἀξιοῦμεν δοῦλοι οὐδὲ δεσπόται ἀλλήλων εἶναι,

ἀλλ᾽ ἡ ἰσογονία ἡμᾶς ἡ κατὰ φύσιν ἰσονομίαν ἀναγκάζει ζητεῖν κατὰ νόμον,

καὶ μηδενὶ ἄλλῳ ὑπείκειν ἀλλήλοις ἢ ἀρετῆς δόξῃ καὶ φρονήσεως.

ὅθεν δὴ ἐν πάσῃ ἐλευθερίᾳ τρεφόμενοι

οἱ τῶνδέ γε πατέρες καὶ οἱ ἡμέτεροι καὶ αὐτοὶ οὗτοι

πολλὰ δὴ καὶ καλὰ ἔργα παρέχονται εἰς πάντας ἀνθρώπους

[239β] καὶ ἰδίᾳ καὶ δημοσίᾳ,

νομίζοντες δεῖν ὑπὲρ τῆς ἐλευθερίας καὶ Ἕλλησιν ὑπὲρ Ἑλλήνων μάχεσθαι

καὶ βαρβάροις ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων.

[…]

ἔστιν δὲ τούτων ὧν λέγω πρῶτα·

Πέρσας ἡγουμένους τῆς Ἀσίας καὶ δουλουμένους τὴν Εὐρώπην

εἶχον οἱ τῆσδε τῆς χώρας ἔκγονοι, γονῆς δὲ ἡμέτεροι,

τούτων δὲ καὶ δίκαιόν <ἐστι> καὶ χρὴ πρῶτον μιμνῄσκειν καί ἐπαινεῖν αὐτῶν τὴν ἀρετήν.

δεῖ δὴ, εἰ μέλλει τις καλῶς λόγῳ ἐπαινεῖν,

ἐν ἐκείνῳ τῷ χρόνῳ αὐτὴν ὁρᾶν,

ὅτε πᾶσα μὲν ἡ Ἀσία ἐδούλευε τρίτῳ ἤδη βασιλεῖ,

ὧν ὁ μὲν πρῶτος Κῦρος ἠλευθέρωσε Πέρσας, τοὺς αὑτοῦ πολίτας,

καὶ τῷ αὑτοῦ φρονήματι ἅμα καὶ τοὺς δεσπότας Μήδους ἐδουλοῦτο

καὶ τῆς ἄλλης Ἀσίας μέχρι Αἰγύπτου ἦρχεν,

ὁ δὲ ὑὸς Αἰγύπτου τε καὶ Λιβύης <ἦρξεν> ὅσον δυνατὸν ἦν ἐπιβαίνειν,

τρίτος δὲ Δαρεῖος πεζῇ μὲν μέχρι Σκυθῶν τὴν ἀρχὴν ὡρίσατο,

ναυσὶ δὲ τῆς τε θαλάττης ἐκράτει καὶ τῶν νήσων,

ὥστε μηδεὶς ἠξιοῦτο ἀντίπαλον αὐτῷ εἶναι·

αἱ δὲ γνῶμαι ἁπάντων ἀνθρώπων ἐδουλοῦντο·

οὕτω πολλὰ καὶ μεγάλα καὶ μάχιμα γένη κατεδούλου ἡ Περσῶν ἀρχή.

αἰτιάσατο δὲ Δαρεῖος ἡμᾶς τε καὶ Ἐρετριέας Σάρδεσιν ἐπεβούλευεν, προφασιζόμενος·

καὶ πέμπων μυριάδας μὲν πεντήκοντα ἔν τε πλοίοις καὶ ναυσίν, ναῦς δὲ τριακοσίας,

Δᾶτιν δὲ ἄρχοντα ἐκέλευσεν ἥκειν ἄγοντα Ἐρετριέας καὶ Ἀθηναίους,

εἰ ἐβούλετο τὴν [240β] ἑαυτοῦ κεφαλὴν ἔχειν.