ZT02 Alkman, Sappho, Hom. Hymnos
ZT02 Alkman, Sappho, Hom. Hymnos
1 | εὕδουσιν δ' ὀρέων κορυφαί τε καὶ φάραγγες, | ὀρέων || ὀρῶν |
2 | πρώονές τε καὶ χαράδραι, | πρώονες || πρῶνες |
3 | φῦλά θ' ἑρπετὰ τόσσα τρέφει μέλαινα γαῖα, | τόσσα || ὅσα |
4 | θῆρές τ' ὀρεσκῷοι καὶ γένος μελισσᾶν | μελισσᾶν || μελισσῶν |
5 | καὶ κνώδαλ' ἐν βένθεσσι πορφυρέας ἁλός· | βένθεσσι || βάθεσι |
6 | εὕδουσιν δ' οἰωνῶν | |
7 | φῦλα τανυπτερύγων. | |
(Alkman, ||7.Jhdt. / dorisch) | ||
11 | ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν | ἄστερες || ἀστέρες; κάλαν σελάνναν || καλὴν σελήνην |
12 | ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος, | ἄψ || ἀπ'+σ (fort, zurück) |
13 | ὄπποτα πλήθοισα μάλιστα λάμπῃ | φαέννον || φανόν; ὄπποτα || ὅποτε; πλήθοισα || πλήθουσα |
14 | γᾶν <ἐπὶ παῖσαν> | γᾶν || γῆν; παῖσαν || πᾶσαν |
15 | <...> ἀργυρία | |
(Sappho, um ||600 / äolisch) | ||
16 | Moῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης | |
17 | Κύπριδος, ἥ τε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε | θεοῖσιν || θεοῖς |
18 | καὶ τ' ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων, | |
19 | οἰωνούς τε διιπετέας καὶ θηρία πάντα, | διιπετέας || διιπετεῖς |
20 | ἠμὲν ὅσ' ἤπειρος πολλὰ τρέφει ἠδ' ὅσα πόντος· | |
21 | πᾶσιν δ' ἔργα μέμηλεν ἐϋστεφάνου Κυθερείης. | μέμηλεν || μεμέληκεν |
(Homerische Hymnen, ||6. Jhdt.) |