p07 Lysias1,22-28
1 | ... ὡς ἐγὼ μεγάλοις ὑμῖν τεκμηρίοις ἐπιδείξω. | ... Textlücke - Dativ des Mittels |
2 | πρῶτον δὲ διηγήσασθαι βούλομαι τὰ πραχθέντα τῇ τελευταίᾳ ἡμέρα. |
|
3 | Σώστρατος ἦν μοι ἐπιτήδειος καὶ φίλος. | ἦν: "ist"? Attraktion des Tp |
4 | τούτῳ ἡλίου δεδυκότος ἰόντι ἐξ ἀγροῦ ἀπήντησα. |
|
5 | εἰδὼς δ' ἐγώ, ὅτι τηνικαῦτα ἀφιγμένος |
|
6 | οὐδένα καταλήψοιτο οἴκοι τῶν ἐπιτηδείων, | obl.Opt. mit Opt.Fut. |
7 | ἐκέλευον συνδειπνεῖν· | passender dt. Ausdruck? |
8 | καὶ ἐλθόντες οἴκαδε ὡς ἐμέ, ἀναβάντες εἰς τὸ ὑπερῷον ἐδειπνοῦμεν. |
|
9 | ἐπειδὴ δὲ καλῶς αὐτῷ εἶχεν, | passender dt. Ausdruck? |
10 | ἐκεῖνος μὲν ἀπιὼν ᾤχετο, ἐγὼ δ' ἐκάθευδον. | ἀπιὼν ᾤχετο: im Dt. eín Ausdruck |
11 | ὁ δ' Ἐρατοσθένης, ὦ ἄνδρες, εἰσέρχεται, | histor. Präsens |
12 | καὶ ἡ θεράπαινα ἐπεγείρασά με εὐθὺς φράζει, ὅτι ἔνδον ἐστί. | histor. Präsens |
13 | κἀγὼ εἰπὼν ἐκείνῃ ἐπιμελεῖσθαι τῆς θύρας, |
|
14 | καταβὰς σιωπῇ ἐξέρχομαι, καὶ ἀφικνοῦμαι ὡς τὸν καὶ τόν, | ὡς τὸν καὶ τόν "zu diesem und jenem" |
15 | καὶ τοὺς μὲν ἔνδον κατέλαβον, τοὺς δὲ οὐδ' ἐπιδημοῦντας ηὗρον. |
|
16 | παραλαβὼν δ᾽ ὡς οἷόν τε ἦν πλείστους ἐκ τῶν παρόντων ἐβάδιζον. | ὡς οἷόν τε ἦν πλείστους: "so viele ich konnte < wie ich am meisten konnte" |
17 | καὶ δᾷδας λαβόντες ἐκ τοῦ ἐγγύτατα καπηλείου εἰσερχόμεθα, |
|
18 | ἀνεῳγμένης τῆς θύρας καὶ ὑπὸ τῆς ἀνθρώπου παρεσκευασμένης. | θύρα hier: Haustür - GA > kausal - ἀνεῳγμένης u. παρεσκευασμένης: Passiv! |
19 | ὤσαντες δὲ τὴν θύραν τοῦ δωματίου |
|
20 | οἱ μὲν πρῶτοι εἰσιόντες ἔτι εἴδομεν αὐτὸν κατακείμενον παρὰ τῇ γυναικί, | κατακείμενον s. KA2 |
21 | οἱ δ᾽ ὕστερον ἐν τῇ κλίνῃ γυμνὸν ἑστηκότα. | nach ὕστερον erg. εἰσιόντες - |
22 | ἐγὼ δ', ὦ ἄνδρες, πατάξας καταβάλλω αὐτόν, |
|
23 | καὶ τὼ χεῖρε περιαγαγὼν εἰς τοὔπισθεν καὶ δήσας ἠρώτων, | τὼ χεῖρε: Akk.Dual s. K-D_Dual |
24 | διὰ τί ὑβρίζει εἰς τὴν οἰκίαν τὴν ἐμὴν εἰσιών. |
|
25 | κἀκεῖνος ἀδικεῖν μὲν ὡμολόγει, |
|
26 | ἠντεβόλει δὲ καὶ ἱκέτευε μὴ ἀποκτεῖναι ἀλλ' ἀργύριον πράξασθαι. | zu ἀποκτεῖναι erg. αὐτόν |
27 | ἐγὼ δ' εἶπον, ὅτι »οὐκ ἐγώ σε ἀποκτενῶ, ἀλλ' ὁ τῆς πόλεως νόμος, | ὄτι: Einleitung dir. Rede, fällt im Dt. aus |
28 | ὃν σὺ παραβαίνων περὶ ἐλάττονος τῶν ἡδονῶν ἐποιήσω, |
|
29 | καὶ μᾶλλον εἵλου τοιοῦτον ἁμάρτημα ἐξαμαρτάνειν |
|
30 | εἰς τὴν γυναῖκα τὴν ἐμὴν καὶ εἰς τοὺς παῖδας τοὺς ἐμοὺς |
|
31 | ἢ τοῖς νόμοις πείθεσθαι καὶ κόσμιος εἶναι.« | ἤ nach Komparativ: "als" |
32 | οὕτως, ὦ ἄνδρες, ἐκεῖνος τούτων ἔτυχεν |
|
33 | ὧνπερ οἱ νόμοι κελεύουσι τοὺς τὰ τοιαῦτα πράττοντας, | erg. τούτων τυχεῖν |
34 | οὐκ εἰσαρπασθεὶς ἐκ τῆς ὁδοῦ, οὐδ᾽ ἐπὶ τὴν ἑστίαν καταφυγών, | PC > kausal |
35 | ὥσπερ οὗτοι λέγουσι· | οὗτοι: gemeint sind die Ankläger |
36 | πῶς γὰρ ἄν, ὅστις ἐν τῷ δωματίῳ πληγεὶς κατέπεσεν εὐθύς, | zu πῶς γὰρ ἄν erg. κατέφυγε Irr.Vgght. |
37 | περιέστρεψα δ᾽ αὐτοῦ τὼ χεῖρε, |
|
38 | ἔνδον δὲ ἦσαν ἄνθρωποι τοσοῦτοι, οὓς διαφυγεῖν οὐκ ἐδύνατο, |
|
39 | οὔτε σίδηρον οὔτε ξύλον οὔτε ἄλλο οὐδὲν ἔχων, |
|
40 | ᾧ τοὺς εἰσελθόντας ἂν ἠμύνατο. | ᾧ: Dativ des Mittel - Irr. Vgght. |
41 | ἀλλ', ὦ ἄνδρες, οἶμαι καὶ ὑμᾶς εἰδέναι, |
|
42 | ὅτι οἱ μὴ τὰ δίκαια πράττοντες οὐχ ὁμολογοῦσι | Gemeint sind die Ankläger. |
43 | τοὺς ἐχθροὺς λέγειν ἀληθῆ, |
|
44 | ἀλλ' αὐτοὶ ψευδόμενοι καὶ τὰ τοιαῦτα μηχανώμενοι |
|
45 | ὀργὰς τοῖς ἀκούουσι κατὰ τῶν τὰ δίκαια πραττόντων παρασκευάζουσι. | κατά m.Gen.: "gegen" |
46 | Πρῶτον μὲν οὖν ἀνάγνωθι τὸν νόμον. | Angesprochen sind die Gerichtsdiener, die das entsprechende Gesetz vorzutragen haben. |