[1] λύκος ἀκούει, ὄτι ἐν τῇ γεωργοῦ αὐλῇ πρόβατα νόσον ἔχει.
[2] ἰατροῦ δὴ τὸν ἱμάτιον καὶ τὰ ὄργανα λαμβάνει καὶ πρὸς τὴν αὐλὴν προσβαίνει καὶ κηρύττει·
[3] χαίρετε, ὦ πρόβατα φίλα. πῶς ἔχετε;
[4] τὰ μὲν πρόβατα λέγει· διὰ κακὴν νόσον κακῶς ἔχομεν.
[5] ὀ δὲ λύκος αὖθις κηρύττει· ἐγὼ ἰατρός εἰμι καὶ φάρμακα ἐπὶ τὰς κακὰς νόσους ἔχω.
[6] εἰ δὴ τὴν πύλην ἀνοίγετε, σωτηρίαν φέρω.
[7] ἀλλὰ ἔνια τῶν προβάτων φρόνιμά ἐστι καἰ ὑπολαμβάνει·
[8] ὦ λύκε, ἐνίοτε τοὺς ἐχθροὺς γιγνώσκομεν·
[9] λέγομεν δὴ, ὅτι καλῶς ἔχομεν, εἰ ἀπὸ τῆς πύλης καὶ ἀπὸ τῆς αὐλῆς ἀποβαίνεις.
[10] ὁ λόγος διδάσκει, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς φίλους ἐνίοτε σῴζουσιν.