e14.1a Ὀδυσσεύς
Apollodor, Ε VII, 1-9 (380 Wörter)
Durchgestrichen sind die durch die je folgenden ersetzten Wörter.
(1) ὁ δὲ Ὀδυσσεύς, ὡς μὲν ἔνιοι λέγουσιν, ἐπλανᾶτο κατὰ Λιβύην,
ὡς δὲ ἔνιοι κατὰ Σικελίαν, ὡς δὲ ἄλλοι κατὰ τὸν Ὠκεανὸν ἢ κατὰ τὸ Τυρρηνικὸν πέλαγος.
(2) ἀναχθεὶς δὲ ἀπὸ Ἰλίου προσίσχει πόλει Κικόνων Ἰσμάρῳ
καὶ ταύτην αἱρεῖ πολεμῶν καὶ λαφυραγωγεῖ, μόνου φεισάμενος Μάρωνος, ὃς ἦν ἱερεὺς Ἀπόλλωνος.
αἰσθόμενοι δὲ οἱ τὴν ἤπειρον οἰκοῦντες Κίκονες σὺν ὅπλοις ἐπ' αὐτὸν παραγίγνονται·
ἀφ' ἑκάστης δὲ νεὼς ἓξ ἀποβαλὼν ἄνδρας ἀναχθεὶς ἔφευγε.
(3) καὶ καταντᾷ εἰς τὴν Λωτοφάγων χώραν καὶ πέμπει τινὰς μαθησομένους τοὺς κατοικοῦντας·
οἱ δὲ γευσάμενοι τοῦ λωτοῦ κατέμειναν· ἐφύετο γὰρ ἐν τῇ χώρᾳ καρπὸς ἡδὺς λεγόμενος λωτός,
ὃς τῷ γευσαμένῳ πάντων ἐποίει λήθην.
Ὀδυσσεὺς δὲ αἰσθόμενος, τοὺς λοιποὺς κατασχών,
τοὺς γευσαμένους μετὰ βίας ἐπὶ τὰς ναῦς ἄγει, καὶ προσπλεύσας τῇ Κυκλώπων γῇ προσπελάζει.
(4) καταλιπὼν δὲ τὰς λοιπὰς ναῦς ἐν τῇ πλησίον νήσῳ, μίαν ἔχων τῇ Κυκλώπων γῇ προσπελάζει,
μετὰ δώδεκα ἑταίρων ἀποβὰς τῆς νεώς.
ἔστι δὲ τῆς θαλάσσης πλησίον ἄντρον,
εἰς ὃ ἔρχεται ἔχων ἀσκὸν οἴνου τὸν ὑπὸ Μάρωνος αὐτῷ [δοθέντα] δωρηθέντα.
ἦν δὲ Πολυφήμου τὸ ἄντρον, ὃς ἦν Ποσειδῶνος καὶ Θοώσης νύμφης,
ἀνὴρ ὑπερμεγέθης ἄγριος ἀνδροφάγος, ἔχων ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου.
(5) ἀνακαύσαντες δὲ πῦρ καὶ τῶν ἐρίφων θύσαντες εὐωχοῦντο.
ἐλθὼν δὲ ὁ Κύκλωψ καὶ εἰσελάσας τὰ ποίμνια
τῇ μὲν θύρᾳ [προσέθηκε] προσήνεγκε πέτρον ὑπερμεγέθη καὶ θεασάμενος αὐτοὺς ἐνίους κατήσθιεν.
(6) Ὀδυσσεὺς δὲ αὐτῷ [δίδωσιν] παρέσχε ἐκ τοῦ Μάρωνος οἴνου πιεῖν·
ὁ δὲ πιὼν πάλιν ᾔτησε, καὶ πιὼν τὸ δεύτερον ἐπηρώτα τὸ ὄνομα.
τοῦ δὲ εἰπόντος <ὅτι> Οὔτις καλεῖται, Οὔτιν ἠπείλει ὕστερον ἀναλῶσαι, τοὺς δὲ ἄλλους ἔμπροσθεν,
καὶ τοῦτο αὐτῷ ξένιον [ἀποδώσειν] παρασχήσειν ὑπέσχετο. κατασχεθεὶς δὲ ὑπὸ μέθης ἐκοιμήθη.
(7) Ὀδυσσεὺς δὲ εὑρὼν ῥόπαλον κείμενον σὺν τέσσαρσιν ἑταίροις ἀπώξυνε
καὶ πυρώσας ἐξετύφλωσεν αὐτόν.
ἐπιβοωμένου δὲ Πολυφήμου τοὺς πέριξ Κύκλωπας, παραγενόμενοι ἐπηρώτων τίς αὐτὸν ἀδικεῖ.
τοῦ δὲ εἰπόντος «Οὔτις,» νομίσαντες αὐτὸν λέγειν «ὑπὸ μηδενός» ἀνεχώρησαν.
(8) ἐπιζητούντων δὲ τῶν ποιμνίων τὴν συνήθη νομήν,
ἀνοίξας καὶ ἐπὶ τοῦ προθύρου στὰς τὰς χεῖρας ἐκπετάσας ἐψηλάφα τὰ ποίμνια.
Ὀδυσσεὺς δὲ τρεῖς κριοὺς ὁμοῦ συνδέων [...Lücke in der Überleiferung]
καὶ αὐτὸς τῷ μείζονι ὑποδύς, ὑπὸ τὴν γαστέρα κρυφθείς, σὺν τοῖς ποιμνίοις ἐξῆλθε,
καὶ λύσας τοὺς ἑταίρους τῶν ποιμνίων, ἐπὶ τὰς ναῦς ἐλάσας ἀποπλέων ἀνεβόησε Κύκλωπι,
ὡς Ὀδυσσεὺς [εἴη] ἐστὶ καὶ [ἐκπεφεύγοι] ἐκφεύξεται τὰς ἐκείνου χεῖρας.
(9) ἦν δὲ λόγιον Κύκλωπι [εἰρημένον] λεχθέντα ὑπὸ μάντεως τυφλωθῆναι ὑπὸ Ὀδυσσέως.
καὶ μαθὼν τὸ ὄνομα πέτρας ἀποσπῶν ἠκόντιζεν εἰς τὴν θάλασσαν,
μόλις δὲ ἡ ναῦς σῴζεται πρὸς τὰς πέτρας. ἐκ τούτου δὲ μηνίει Ποσειδῶν Ὀδυσσεῖ.